正文

13 渔夫们

伊索寓言 作者:伊索


13. ἁλιεῖς

ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο,πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον,λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην,οὐ μετρίως ἐβαρυθύμουν,οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες,ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν·“ἀλλὰ παυσώμεθα,ὦ ἑταῖροι· χαρᾶς γάρ,ὡς ἔοικεν,ἀδελφή ἐστιν ἡ λύπη,καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.”

ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι λογιζομένους,ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

13 渔夫们

渔夫们起网,觉得渔网很沉,高兴得手舞足蹈,以为捕获一定很丰富。他们把网拉到岸上后,发现网里鱼并不多,尽是些石块和沙子,非常懊恼。令他们不快的主要还不在于收获不多,而是结果与期望相反。这时他们中一位长者说道:“朋友们,别伤心了,欢乐和悲伤显然是两姐妹,我们怎样高兴过,就应该承受怎样的悲伤。”

同样,我们应该看到人生多变幻,不要总是为顺利而欣喜,应该想到晴天过后会有暴风雨。


上一章目录下一章

Copyright © 读书网 www.dushu.com 2005-2020, All Rights Reserved.
鄂ICP备15019699号 鄂公网安备 42010302001612号